Ας
χρησιμοποιήσουμε τους ψαλμούς, όπως τους χρησιμοποιούσε ο Άγιος
Αρσένιος ο Καπαδόκης, για να βοηθήσουμε τους αδερφούς μας που έχουν
πληγεί από τις πυρκαγιές σε διάφορα μέρη της Ελλάδος. Ο ψαλμός 21 είναι
κατάλληλος. Το προτεινόμενο σχήμα σύμφωνα με τον Άγιο Παΐσιο (Περί
Προσευχής, Γέροντος Παϊσίου Λόγοι, Τόμος ς΄) είναι:
Ν΄ (50) ψαλμός, θεοτοκίο, απολυτίκιο Αγ. Αρσενίου
η περίπτωση που προσευχόμαστε και ο ψαλμός 21
μικρή δοξολογία και μεγαλυνάριο Θεοτόκου
Στην
αρχή πρόσθεσα τρισάγιο, στο απολυτίκιο πρόσθεσα και αυτό του Αγίου
Παϊσίου και στο τέλος Δι' ευχών. Οι προσθήκες μου είναι με μπλε
γράμματα. Μπορείτε να τις παραλείψετε αν βιάζεστε.
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ
πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον
ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, ἀγαθέ, τὰς
ψυχὰς ἡμῶν. Ἀμήν.
ΤΡΙΣΑΓΙΟ
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
(3 φορές)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου·
ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Κύριε, ἐλέησον· (12 φορές)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΠΡΟΣΕΥΧΗ (χρησιμοποιώντας περιπτώσεις των Ψαλμών του Αγίου Αρσενίου)
ΨΑΛΜΟΣ 50ος
Όταν εξ’ αμαρτιών μας έρθει παιδαγωγική οργή Θεού (επιδημία και θανατικό σε ανθρώπους και ζώα)
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.
3 ΕΛΕΗΣΟΝ με, ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ
ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ
νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ
ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ,
καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ
Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς
με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿
ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ
σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου
ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ
οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Θεοτοκίον
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε,
τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει,
ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
μόνη Ἁγνή, μόνη εὐλογημένη.
Απολυτίκιον Αγίου Αρσενίου του Καππαδόκου
Ἦχος γ'. Θείας πίστεως.
Βίον ἔνθεον, καλῶς ἀνύσας,
σκεῦος τίμιόν του Παρακλήτου,
ἀνεδείχθης θεοφόρε Ἀρσένιε,
καί τῶν θαυμάτων τήν χάριν δεξάμενος,
πάσι παρέχεις ταχείαν βοήθειαν,
πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε,
δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος
[προσθήκη]
Απολυτίκιον Οσίου Παϊσίου του Αγιορείτου
Ἦχος πλ.α'. Τὸν συνάναρχον λόγονΤῆς ἐνθέου ἀγάπης τό πῦρ δεξάμενος,
ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ,
καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας,
λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν,
ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ,
καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας,
λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν,
Παΐσιε θεοφόρε,
καὶ νῦν πρεσβεύεις ἀπαύστως
ὑπέρ παντός τοῦ κόσμου, Ὅσιε.
ὑπέρ παντός τοῦ κόσμου, Ὅσιε.
Διαβάζουμε την περίπτωση για την οποία θέλουμε να προσευχηθούμε
και στην συνέχεια τον αντίστοιχο Ψαλμό.
ΨΑΛΜΟΣ 21ος
για να εμποδίσει ο Θεός την πυρκαγιά, για να μην γίνει κακό.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς·ψαλμὸς τῷ Δαυΐδ.
2
Ο ΘΕΟΣ, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς
σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. 3 ὁ Θεός μου, κεκράξομαι
ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. 4 σὺ δὲ
ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ. 5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες
ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· 6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ
σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. 7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,
ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. 8 πάντες οἱ θεωροῦντές με
ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· 9 ἤλπισεν ἐπὶ
Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. 10 ὅτι σὺ εἶ ὁ
ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· 11 ἐπὶ σὲ
ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· 12 μὴ
ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. 13
περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· 14 ἤνοιξαν
ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. 15 ὡσεὶ ὕδωρ
ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ
κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· 16 ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ
ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν
θανάτου κατήγαγές με. 17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ
πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. 18 ἐξηρίθμησαν
πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. 19 διεμερίσαντο
τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 20 σὺ δέ,
Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿ ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου
πρόσχες. 21 ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν
μονογενῆ μου· 22 σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων
μονοκερώτων τὴν ταπείνωσίν μου. 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς
μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. 24 οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε
αὐτόν, ἅπαν τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ
σπέρμα ᾿Ισραήλ, 25 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ
πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι
με πρὸς αὐτὸν εἰσήκουσέ μου. 26 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ
μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 27 φάγονται
πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν·
ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. 28 μνησθήσονται καὶ
ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν
ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ
τῶν ἐθνῶν, 29 ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
30 ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ
προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, 31
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ
ἐρχομένη, 32 καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ,
ὃν ἐποίησεν ὁ Κύριος.
* Όποιος έχει χρόνο μπορεί να προσθέσει και τον 133ο Ψαλμό:
ΙΔΟΥ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. 2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. 3 εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός (τρις).
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΜΙΚΡΗ ΔΟΞΟΛΟΓΙΑ
Σοὶ δόξα
πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ
τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῶ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμεν σέ, εὐλογοῦμεν σέ, προσκυνοῦμεν σέ, δοξολογοῦμεν σέ, εὐχαριστοῦμεν σοί, διὰ τὴν μεγάλην σοῦ δόξαν.
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἰρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἰρῶν τάς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἲ μόνος Ἅγιος, σῦ εἲ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σέ, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησον μέ, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτον σοί.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἲ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσι σέ.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ/νυκτί ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμάς.
Εὐλογητὸς εἴ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμάς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἴ, Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου.
Εὐλογητὸς εἴ, Δεσπότα, συνέτισον μὲ τὰ δικαιώματά σου.
Εὐλογητὸς εἴ, Ἅγιε, φώτισον μὲ τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
-------------------------------------------------------------------------------------------------------
Μεγαλυνάριο Θεοτόκου
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
-------------------------------------------------------------------------------------------------------
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Πηγή: Γέροντος Παϊσίου Λόγοι, Τόμος ς΄, Περί Προσευχής
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου