πρωτοπρ. Ἄγγελος Ἀγγελακόπουλος
Κατὰ
τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα.
ΕΝΑΡΞΙΣ
Ὁ
ἱερεὺς ἀπὸ τῶν βημοθύρων λέγει : «Εὐλογημένη
ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων».
Ὁ
Χορὸς : «᾿Αμήν».
Καὶ
ὁ ἱερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων
τὸ προοίμιον τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ :
«᾿Εποφειλομένη
πρὸς Θεὸν ἐτήσιος εὐχαριστία, καθ᾿ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν
σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.
Προφητικαῖς
ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις
στοιχούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. Καὶ ταύτῃ εὐχαῖς καὶ λιτανείαις
συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν».
Καὶ
ἐκκινεῖ ἡ ἱερὰ πομπὴ, ἐξελθοῦσα τοῦ Ἱεροῦ Ναοῦ, καί ἵσταται πρὸς τὴν ἔξωθεν νοτείαν
πύλην τοῦ Ναοῦ.









